Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.196 Joseph. AJ 7.201 (English) >>Joseph. AJ 7.204

7.199καὶ συγκαλέσας τῶν φίλων τοὺς ἐπιτηδειοτάτους καὶ περὶ τῆς τοῦ παιδὸς ἀπονοίας κοινολογησάμενος αὐτοῖς καὶ περὶ πάντων ἐπιτρέψας κριτῇ τῷ θεῷ, καταλιπὼν τὰ βασίλεια φυλάσσειν δέκα παλλακίσιν ἀπῆρεν ἐκ τῶν Ἱεροσολύμων, τοῦ τε ἄλλου πλήθους αὐτῷ συνεξορμήσαντος καὶ τῶν ἑξακοσίων ὁπλιτῶν, οἳ καὶ τῆς πρώτης φυγῆς ἐκοινώνουν, ὅτʼ ἔζη Σαοῦλος. 7.200τὸν δὲ Ἀβιάθαρον καὶ Σάδωκον τοὺς ἀρχιερεῖς συναπαίρειν διεγνωκότας καὶ Λευίτας ἅπαντας μετὰ τῆς κιβωτοῦ μένειν ἔπεισεν, ὡς τοῦ θεοῦ καὶ μὴ μετακομιζομένης αὐτῆς ῥυσομένου. 7.201ἐνετείλατο δʼ ἕκαστα τῶν γινομένων λάθρα διαγγέλλειν αὐτῷ· πιστοὺς δʼ ἔσχε πρὸς πάντα διακόνους παῖδας Ἀχίμανον μὲν Σαδώκου Ἰωνάθην δὲ Ἀβιαθάρου. Ἔθις δʼ Γιτταῖος συνεξώρμησεν αὐτῷ βιασάμενος τὴν Δαυίδου βούλησιν, μένειν γὰρ αὐτὸν ἀνέπειθε, καὶ διὰ τοῦτο μᾶλλον εὔνους αὐτῷ κατεφάνη. 7.202ἀναβαίνοντος δʼ αὐτοῦ διὰ τοῦ Ἐλαιῶνος ὄρους γυμνοῖς τοῖς ποσὶ καὶ πάντων σὺν αὐτῷ δακρυόντων, ἀγγέλλεται καὶ Ἀχιτόφελος συνὼν τῷ Ἀψαλώμῳ καὶ τὰ τούτου φρονῶν. ἐπέτεινε δʼ αὐτῷ τὸ λυπηρὸν τοῦτʼ ἀκουσθέν, καὶ τὸν θεὸν ἐπεκαλεῖτο δεόμενος ἀπαλλοτριῶσαι τὴν Ἀψαλώμου διάνοιαν πρὸς τὸν Ἀχιτόφελον. ἐδεδίει γάρ, μὴ τἀναντία συμβουλεύων πείσειεν αὐτὸν ἀνὴρ ὢν φρενήρης καὶ συνιδεῖν τὸ λυσιτελὲς ὀξύτατος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.196 Joseph. AJ 7.201 (English) >>Joseph. AJ 7.204

Powered by PhiloLogic